Septante (AT)
Jérémie 3:1-9
1Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι ; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη ; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς· καὶ ἀνέκαμπτες πρός με ; λέγει κύριος.
2ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ· ποῦ οὐχὶ ἐξεφύρθης ; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου.
3καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
4οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ;
5μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ διαφυλαχθήσεται εἰς νεῖκος ; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης.
6Καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ.
7καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν· καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ιουδα.
8καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ισραηλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή.
9καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον.
Commentaires sur Jérémie 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires