Septante (AT)
Jérémie 26:4-8
4ἐπισάξατε τοὺς ἵππους ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν· προβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.
5τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν ὀπίσω ; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει κύριος.
6μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασῳζέσθω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν.
7τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ ;
8ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω γῆν καὶ ἀπολῶ κατοικοῦντας ἐν αὐτῇ.
Commentaires sur Jérémie 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires