Septante (AT)
Jérémie 23:6-8
6ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας, καὶ Ισραηλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ.
7Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἐκ γῆς Αἰγύπτου,
8ἀλλά Ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.
Commentaires sur Jérémie 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires