Septante (AT)
Jérémie 22:13-23
13Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.
14ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.
15μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου ; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν.
16οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ ; λέγει κύριος.
17ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν.
18διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψωνται αὐτόν Ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμμοι κύριε.
19ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ.
20Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
21ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.
22πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.
23κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης.
Commentaires sur Jérémie 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires