Septante (AT)
Jérémie 17:5-8
5Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ αὐτόν, καὶ ἀπὸ κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ·
6καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται.
7καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ·
8καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν.
Commentaires sur Jérémie 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires