Septante (AT)
Jérémie 15:5-9
5τίς φείσεται ἐπὶ σοί, Ιερουσαλημ ; καὶ τίς δειλιάσει ἐπὶ σοί ; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι ;
6σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.
7καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.
8ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.
9ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν.
Commentaires sur Jérémie 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires