Septante (AT)
Jérémie 14:1-7
1Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τῆς ἀβροχίας
2Ἐπένθησεν ἡ Ιουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ιερουσαλημ ἀνέβη.
3καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά.
4καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν γεωργοί, ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτῶν.
5καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.
6ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.
7εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν.
Commentaires sur Jérémie 14
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires