Septante (AT)
Jérémie 10:17-20
17Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.
18ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου·
19οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου. κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέν με·
20ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.
Commentaires sur Jérémie 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires