Septante (AT)
Ésaïe 50:2-5
2τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος ; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων ; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι ; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει.
3καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.
4Κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέν μοι πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν·
5καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω.
Commentaires sur Ésaïe 50
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires