Ésaïe 48
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 48:12-16

12Ἄκουέ μου, Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,

13καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα

14καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων.

15ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

16προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.

Lire Ésaïe 48 en entier

Commentaires sur Ésaïe 48

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org