Ésaïe 47
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 47:8-10

8νῦν δὲ ἄκουσον ταῦτα, ἡ τρυφερὰ ἡ καθημένη πεποιθυῖα ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν.

9νῦν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα

10τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.

Lire Ésaïe 47 en entier

Commentaires sur Ésaïe 47

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org