Septante (AT)
Ésaïe 45:16-25
16αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι.
17Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος.
18Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν – οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσθαι – Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι.
19οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ιακωβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.
20συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς θεούς, οἳ οὐ σῴζουσιν.
21εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ ἀρχῆς. τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ.
22ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἱ ἀπ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος.
23κατ ἐμαυτοῦ ὀμνύω Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ
24λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς·
25ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ.
Commentaires sur Ésaïe 45
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires