Ésaïe 44
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 44:21-28

21Μνήσθητι ταῦτα, Ιακωβ καὶ Ισραηλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ισραηλ, μὴ ἐπιλανθάνου μου.

22ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρός με, καὶ λυτρώσομαί σε.

23εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ισραηλ· σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ιακωβ, καὶ Ισραηλ δοξασθήσεται.

24Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν.

25τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων

26καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων ; ὁ λέγων Ιερουσαλημ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ιουδαίας Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·

27ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·

28ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ιερουσαλημ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

Lire Ésaïe 44 en entier

Commentaires sur Ésaïe 44

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org