Ésaïe 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 23:3-10

3ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων ; ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν.

4αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους.

5ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.

6ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.

7οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν ;

8τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον ; μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει ; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.

9κύριος σαβαωθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.

10ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος.

Lire Ésaïe 23 en entier

Commentaires sur Ésaïe 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org