Ésaïe 15
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 15:5-9

5ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ, δάμαλις γάρ ἐστιν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός.

6τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.

7μὴ καὶ οὕτως μέλλει σωθῆναι ; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν.

8συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Αγαλλιμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αιλιμ.

9τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμων Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα.

Lire Ésaïe 15 en entier

Commentaires sur Ésaïe 15

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org