Osée 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Osée 5:1-7

1Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,

2ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·

3ἐγὼ ἔγνων τὸν Εφραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εφραιμ, ἐμιάνθη Ισραηλ·

4οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν.

5καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ισραηλ καὶ Εφραιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ιουδας μετ αὐτῶν.

6μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐξέκλινεν ἀπ αὐτῶν,

7ὅτι τὸν κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.

Lire Osée 5 en entier

Commentaires sur Osée 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org