Aggée 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Aggée 2:10-23

10Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προφήτην λέγων

11Τάδε λέγει κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων

12Ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται ; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ.

13καὶ εἶπεν Αγγαιος Ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται ; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανθήσεται.

14καὶ ἀπεκρίθη Αγγαιος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.

15καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ κυρίου

16τίνες ἦτε· ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.

17ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος.

18ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς ἐθεμελιώθη ὁ ναὸς κυρίου, θέσθε ἐν ταῖς καρδίαις ὑμῶν

19εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

20Καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων

21Εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν

22καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

23ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ τὸν δοῦλόν μου, λέγει κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει κύριος παντοκράτωρ.

Lire Aggée 2 en entier

Commentaires sur Aggée 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org