Septante (AT)
Genèse 50:17-18
17Οὕτως εἴπατε Ιωσηφ Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν.
18καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν Οἵδε ἡμεῖς σοι οἰκέται.
Commentaires sur Genèse 50
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires