Septante (AT)
Genèse 50:14-21
14καὶ ἀπέστρεψεν Ιωσηφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.
15Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν Μήποτε μνησικακήσῃ ἡμῖν Ιωσηφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα αὐτῷ.
16καὶ παρεγένοντο πρὸς Ιωσηφ λέγοντες Ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων
17Οὕτως εἴπατε Ιωσηφ Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν.
18καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν Οἵδε ἡμεῖς σοι οἰκέται.
19καὶ εἶπεν αὐτοῖς Ιωσηφ Μὴ φοβεῖσθε· τοῦ γὰρ θεοῦ εἰμι ἐγώ.
20ὑμεῖς ἐβουλεύσασθε κατ ἐμοῦ εἰς πονηρά, ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς.
21καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.
Commentaires sur Genèse 50
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires