Septante (AT)
Genèse 49:22-27
22Υἱὸς ηὐξημένος Ιωσηφ, υἱὸς ηὐξημένος ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.
23εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
24καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ, ἐκεῖθεν ὁ κατισχύσας Ισραηλ·
25παρὰ θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
26εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ἐπ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.
27Βενιαμιν λύκος ἅρπαξ· τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν.
Commentaires sur Genèse 49
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires