Septante (AT)
Genèse 36:21-30
21καὶ Δησων καὶ Ασαρ καὶ Ρισων· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ.
22ἐγένοντο δὲ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν· ἀδελφὴ δὲ Λωταν Θαμνα.
23οὗτοι δὲ υἱοὶ Σωβαλ· Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ, Σωφ καὶ Ωμαν.
24καὶ οὗτοι υἱοὶ Σεβεγων· Αιε καὶ Ωναν· οὗτός ἐστιν ὁ Ωνας, ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ.
25οὗτοι δὲ υἱοὶ Ανα· Δησων· καὶ Ελιβεμα θυγάτηρ Ανα.
26οὗτοι δὲ υἱοὶ Δησων· Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν.
27οὗτοι δὲ υἱοὶ Ασαρ· Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν.
28οὗτοι δὲ υἱοὶ Ρισων· Ως καὶ Αραμ.
29οὗτοι ἡγεμόνες Χορρι· ἡγεμὼν Λωταν, ἡγεμὼν Σωβαλ, ἡγεμὼν Σεβεγων, ἡγεμὼν Ανα,
30ἡγεμὼν Δησων, ἡγεμὼν Ασαρ, ἡγεμὼν Ρισων. οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ.
Commentaires sur Genèse 36
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires