Septante (AT)
Genèse 35:11-13
11εἶπεν δὲ αὐτῷ ὁ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
12καὶ τὴν γῆν, ἣν δέδωκα Αβρααμ καὶ Ισαακ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.
13ἀνέβη δὲ ὁ θεὸς ἀπ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησεν μετ αὐτοῦ.
Commentaires sur Genèse 35
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires