Septante (AT)
Genèse 31:26-28
26εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Τί ἐποίησας ; ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ ;
27καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ εὐφροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιθάρας.
28οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.
Commentaires sur Genèse 31
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires