Genèse 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Genèse 23:10-15

10Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ· ἀποκριθεὶς δὲ Εφρων ὁ Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων

11Παρ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.

12καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς

13καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.

14ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων

15Οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο ; σὺ δὲ τὸν νεκρόν σου θάψον.

Lire Genèse 23 en entier

Commentaires sur Genèse 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org