Septante (AT)
Genèse 20:9-12
9καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν ; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
10εἶπεν δὲ Αβιμελεχ τῷ Αβρααμ Τί ἐνιδὼν ἐποίησας τοῦτο ;
11εἶπεν δὲ Αβρααμ Εἶπα γάρ Ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
12καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
Commentaires sur Genèse 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires