Genèse 18
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Genèse 18:10-33

10εἶπεν δέ Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σαρρα ἡ γυνή σου. Σαρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.

11Αβρααμ δὲ καὶ Σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπεν δὲ Σαρρα γίνεσθαι τὰ γυναικεῖα.

12ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτῇ λέγουσα Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.

13καὶ εἶπεν κύριος πρὸς Αβρααμ Τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτῇ λέγουσα Ἆρά γε ἀληθῶς τέξομαι ; ἐγὼ δὲ γεγήρακα.

14μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα ; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σαρρα υἱός.

15ἠρνήσατο δὲ Σαρρα λέγουσα Οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν Οὐχί, ἀλλὰ ἐγέλασας.

16Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας, Αβρααμ δὲ συνεπορεύετο μετ αὐτῶν συμπροπέμπων αὐτούς.

17ὁ δὲ κύριος εἶπεν Μὴ κρύψω ἐγὼ ἀπὸ Αβρααμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ ;

18Αβρααμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

19ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν· ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβρααμ πάντα, ὅσα ἐλάλησεν πρὸς αὐτόν.

20εἶπεν δὲ κύριος Κραυγὴ Σοδομων καὶ Γομορρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα·

21καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.

22καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σοδομα, Αβρααμ δὲ ἦν ἑστηκὼς ἐναντίον κυρίου.

23καὶ ἐγγίσας Αβρααμ εἶπεν Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής ;

24ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς ; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ ;

25μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν ;

26εἶπεν δὲ κύριος Ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι αὐτούς.

27καὶ ἀποκριθεὶς Αβρααμ εἶπεν Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·

28ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν ; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε.

29καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ εἶπεν Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα ; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.

30καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα ; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα.

31καὶ εἶπεν Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι ; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.

32καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα ; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

33ἀπῆλθεν δὲ κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Αβρααμ, καὶ Αβρααμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Lire Genèse 18 en entier

Commentaires sur Genèse 18

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org