Ézéchiel 8
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 8:5-17

5καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς.

6καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν ; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψει ἀνομίας μείζονας.

7καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς

8καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία.

9καὶ εἶπεν πρός με Εἴσελθε καὶ ἰδὲ τὰς ἀνομίας, ἃς οὗτοι ποιοῦσιν ὧδε·

10καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ αὐτοῦ κύκλῳ,

11καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ, καὶ Ιεζονιας ὁ τοῦ Σαφαν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν.

12καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ισραηλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν ; διότι εἶπαν Οὐχ ὁρᾷ ὁ κύριος, ἐγκαταλέλοιπεν κύριος τὴν γῆν.

13καὶ εἶπεν πρός με Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσιν.

14καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμουζ,

15καὶ εἶπεν πρός με Υἱὲ ἀνθρώπου, ἑώρακας ; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων.

16καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου κυρίου τὴν ἐσωτέραν, καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ κυρίου ἀνὰ μέσον τῶν αιλαμ καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσιν τῷ ἡλίῳ·

17καὶ εἶπεν πρός με Ἑώρακας, υἱὲ ἀνθρώπου ; μὴ μικρὰ τῷ οἴκῳ Ιουδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε ; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες.

Lire Ézéchiel 8 en entier

Commentaires sur Ézéchiel 8

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org