Septante (AT)
Ézéchiel 48:30-35
30Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ.
31καὶ αἱ πύλαι τῆς πόλεως ἐπ ὀνόμασιν φυλῶν τοῦ Ισραηλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία.
32καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ιωσηφ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία.
33καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία.
34καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεφθαλιμ μία.
35κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.
Commentaires sur Ézéchiel 48
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires