Ézéchiel 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 4:2-8

2καὶ δώσεις ἐπ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ αὐτὴν χάρακα καὶ δώσεις ἐπ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ·

3καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ. –

4καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ ἐπ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηθήσῃ ἐπ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν.

5καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ

6καὶ συντελέσεις ταῦτα πάντα· καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.

7καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ αὐτήν.

8καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου. –

Lire Ézéchiel 4 en entier

Commentaires sur Ézéchiel 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org