Septante (AT)
Ézéchiel 4:1-3
1Καὶ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ αὐτὴν πόλιν τὴν Ιερουσαλημ
2καὶ δώσεις ἐπ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ αὐτὴν χάρακα καὶ δώσεις ἐπ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ·
3καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ. –
Commentaires sur Ézéchiel 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires