Septante (AT)
Ézéchiel 30:1-20
1Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος Ὦ ὦ ἡ ἡμέρα,
3ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου, ἡμέρα πέρας ἐθνῶν ἔσται.
4καὶ ἥξει μάχαιρα ἐπ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια.
5Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.
6καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει κύριος.
7καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·
8καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ὅταν δῶ πῦρ ἐπ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.
9ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. –
10τάδε λέγει κύριος κύριος Καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος,
11αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.
12καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ κύριος λελάληκα. –
13ὅτι τάδε λέγει κύριος κύριος Καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.
14καὶ ἀπολῶ γῆν Παθουρης καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως·
16καὶ δώσω πῦρ ἐπ Αἴγυπτον, καὶ ταραχὴν ταραχθήσεται Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα.
17νεανίσκοι Ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται.
18καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρῖψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ αὐτὴν νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.
19καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
20Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Commentaires sur Ézéchiel 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires