Septante (AT)
Ézéchiel 3:12-14
12καὶ ἀνέλαβέν με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.
13καὶ εἶδον φωνὴν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ.
14καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ κυρίου ἐγένετο ἐπ ἐμὲ κραταιά.
Commentaires sur Ézéchiel 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires