Ézéchiel 24
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 24:6-21

6διὰ τοῦτο τάδε λέγει κύριος Ὦ πόλις αἱμάτων, λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ αὐτὴν κλῆρος.

7ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ αὐτὸ γῆν.

8τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό.

9διὰ τοῦτο τάδε λέγει κύριος Κἀγὼ μεγαλυνῶ τὸν δαλὸν

10καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς

11καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,

12καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς,

13ἀνθ ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου ;

14ἐγὼ κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.

15Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

16Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδὲ μὴ κλαυσθῇς.

17στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.

18καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι.

19καὶ εἶπεν πρός με ὁ λαός Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτα, ἃ σὺ ποιεῖς ;

20καὶ εἶπα πρὸς αὐτούς Λόγος κυρίου πρός με ἐγένετο λέγων

21Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται.

Lire Ézéchiel 24 en entier

Commentaires sur Ézéchiel 24

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org