Septante (AT)
Ézéchiel 18:20-28
20ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· δικαιοσύνη δικαίου ἐπ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ αὐτὸν ἔσται.
21καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησεν, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.
22πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησθήσεται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ᾗ ἐποίησεν, ζήσεται.
23μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν ;
24ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. –
25καὶ εἴπατε Οὐ κατευθύνει ἡ ὁδὸς κυρίου. ἀκούσατε δή, πᾶς οἶκος Ισραηλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει ;
26ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ ἀποθάνῃ, ἐν τῷ παραπτώματι, ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται.
27καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησεν, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν
28καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησεν, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ.
Commentaires sur Ézéchiel 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires