Ézéchiel 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 13:2-17

2Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου

3Τάδε λέγει κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν.

4οἱ προφῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις·

5οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ κυρίου·

6βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.

7οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε ;

8διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ἀνθ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ ὑμᾶς, λέγει κύριος,

9καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφῇ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ κύριος.

10ἀνθ ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες Εἰρήνη εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, εἰ πεσεῖται,

11εἰπὸν πρὸς τοὺς ἀλείφοντας Πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται.

12καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε ;

13διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν

14καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.

15καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς Οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν

16προφῆται τοῦ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστιν, λέγει κύριος. –

17καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ αὐτὰς

Lire Ézéchiel 13 en entier

Commentaires sur Ézéchiel 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org