Septante (AT)
Exode 33:20-23
20καὶ εἶπεν Οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.
21καὶ εἶπεν κύριος Ἰδοὺ τόπος παρ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας·
22ἡνίκα δ ἂν παρέλθῃ μου ἡ δόξα, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω·
23καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
Commentaires sur Exode 33
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires