Septante (AT)
Exode 32:21-28
21καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Τί ἐποίησέν σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ αὐτοὺς ἁμαρτίαν μεγάλην ;
22καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.
23λέγουσιν γάρ μοι Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.
24καὶ εἶπα αὐτοῖς Εἴ τινι ὑπάρχει χρυσία, περιέλεσθε. καὶ ἔδωκάν μοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος.
25καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται – διεσκέδασεν γὰρ αὐτοὺς Ααρων, ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν
26ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν Τίς πρὸς κύριον ; ἴτω πρός με. συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι.
27καὶ λέγει αὐτοῖς Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ.
28καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας.
Commentaires sur Exode 32
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires