Septante (AT)
Deutéronome 29:5-8
5ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σικερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὅτι οὗτος κύριος ὁ θεὸς ὑμῶν.
6καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ, καὶ ἐπατάξαμεν αὐτοὺς
7καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβην καὶ τῷ Γαδδι καὶ τῷ ἡμίσει φυλῆς Μανασση.
8καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα, ὅσα ποιήσετε.
Commentaires sur Deutéronome 29
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires