Deutéronome 27
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 27:14-26

14καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ

15Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν Γένοιτο.

16Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

17Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

18Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

19Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

20Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

21Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

22Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

23Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

24Ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

25Ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

26Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

Lire Deutéronome 27 en entier

Commentaires sur Deutéronome 27

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org