Septante (AT)
Deutéronome 2:34-36
34καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν·
35πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν.
36ἐξ Αροηρ, ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν·
Commentaires sur Deutéronome 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires