Septante (AT)
Deutéronome 17:8-12
8Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
9καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν, ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν.
10καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα, ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου, οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν νομοθετηθῇ σοι·
11κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν, ἣν ἂν εἴπωσίν σοι, ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος, οὗ ἐὰν ἀναγγείλωσίν σοι, δεξιὰ οὐδὲ ἀριστερά.
12καὶ ὁ ἄνθρωπος, ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου ἢ τοῦ κριτοῦ, ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραηλ·
Commentaires sur Deutéronome 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires