Deutéronome 17
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 17:2-13

2Ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνή, ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου παρελθεῖν τὴν διαθήκην αὐτοῦ,

3καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, ἃ οὐ προσέταξεν,

4καὶ ἀναγγελῇ σοι, καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ισραηλ,

5καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν.

6ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνῄσκων· οὐκ ἀποθανεῖται ἐφ ἑνὶ μάρτυρι.

7καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

8Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,

9καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν, ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν.

10καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα, ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου, οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν νομοθετηθῇ σοι·

11κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν, ἣν ἂν εἴπωσίν σοι, ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος, οὗ ἐὰν ἀναγγείλωσίν σοι, δεξιὰ οὐδὲ ἀριστερά.

12καὶ ὁ ἄνθρωπος, ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου ἢ τοῦ κριτοῦ, ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραηλ·

13καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι.

Lire Deutéronome 17 en entier

Commentaires sur Deutéronome 17

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org