Septante (AT)
Deutéronome 16:16-20
16τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται αὐτὸν κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου κενός·
17ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου, ἣν ἔδωκέν σοι.
18Κριτὰς καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσίν σου, αἷς κύριος ὁ θεός σου δίδωσίν σοι, κατὰ φυλάς, καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν.
19οὐκ ἐκκλινοῦσιν κρίσιν, οὐκ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήμψονται δῶρον· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων.
20δικαίως τὸ δίκαιον διώξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν κύριος ὁ θεός σου δίδωσίν σοι.
Commentaires sur Deutéronome 16
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires