Deutéronome 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 1:19-33

19Καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Αμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδης Βαρνη.

20καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν.

21ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.

22καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις, εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.

23καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν.

24καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν.

25καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

26καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν

27καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς.

28ποῦ ἡμεῖς ἀναβαίνομεν ; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.

29καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ αὐτῶν·

30κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ

31καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.

32καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν,

33ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν, καθ ἣν πορεύεσθε ἐπ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.

Lire Deutéronome 1 en entier

Commentaires sur Deutéronome 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org