Septante (AT)
Daniel 8:14-26
14καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.
15καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιηλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.
16καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Ουβαλ, καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριηλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.
17καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπεν πρός με Σύνες, υἱὲ ἀνθρώπου, ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
18καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας
19καὶ εἶπεν Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
20ὁ κριός, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν.
21καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος.
22καὶ τοῦ συντριβέντος, οὗ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ.
23καὶ ἐπ ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα.
24καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.
25καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει.
26καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς.
Commentaires sur Daniel 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires