Daniel 8
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Daniel 8:11-15

11καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι αὐτὸν θυσία ἐρράχθη, καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται·

12καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησεν καὶ εὐοδώθη.

13καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνι τῷ λαλοῦντι Ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται ;

14καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.

15καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιηλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.

Lire Daniel 8 en entier

Commentaires sur Daniel 8

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org