Septante (AT)
Daniel 5:24-29
24διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν.
25καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη Μανη θεκελ φαρες.
26τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανη, ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν·
27θεκελ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα·
28φαρες, διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις.
29καὶ εἶπεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ.
Commentaires sur Daniel 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires