Septante (AT)
Daniel 4:31-33
31ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπ οὐρανοῦ ἐγένετο Σοὶ λέγουσιν, Ναβουχοδονοσορ βασιλεῦ, ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ,
32καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν.
33αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων.
Commentaires sur Daniel 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires