Septante (AT)
Daniel 2:2-13
2καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
3καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.
4καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.
5ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τοῖς Χαλδαίοις Ὁ λόγος ἀπ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται·
6ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.
7ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν Ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.
8ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Ἐπ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπ ἐμοῦ τὸ ῥῆμα·
9ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.
10ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ ἐπερωτᾷ ἐπαοιδόν, μάγον καὶ Χαλδαῖον·
11ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ ἢ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.
12τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος·
13καὶ τὸ δόγμα ἐξῆλθεν, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο, καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.
Commentaires sur Daniel 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires