Septante (AT)
Amos 5:18-20
18Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου ; καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς,
19ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις.
20οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς ; καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ.
Commentaires sur Amos 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires